Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 77
Not analysed yet
"Ἐκεῖ" οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον“ (Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ "ἐκεῖ οὗ ἐστιν. “ἡ γὰρ φρόνησις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή, τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ.