Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 80
Not analysed yet
μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’ οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργός“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος.