Ancient Greek · ~3 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 81-3
Not analysed yet
καλείσθω οὖν ὁ μὲν τύραννος ἄρχων πολέμου, ὁ δὲ βασιλεὺς ἡγεμὼν εἰρήνης, Σαλήμ, καὶ προσφερέτω τῇ ψυχῇ τροφὰς εὐφροσύνης καὶ χαρᾶς πλήρεις· ἄρτους γὰρ καὶ οἶνον προσφέρει, ἅπερ Ἀμμανῖται καὶ Μωαβῖται τῷ βλέποντι παρασχεῖν οὐκ ἠθέλησαν, οὗ χάριν ἐκκλησίας εἴργονται καὶ συλλόγου θείου· Ἀμμανῖται γὰρ οἱ ἐκ τῆς μητρὸς αἰσθήσεως καὶ Μωαβῖται οἱ ἐκ τοῦ πατρὸς νοῦ φύντες τρόποι δύο ταῦτα τῶν ὄντων συνεκτικὰ νομίζοντες νοῦν καὶ αἴσθησιν, θεοῦ δὲ μὴ λαμβάνοντες ἔννοιαν, „οὐκ εἰσελεύσονται“ φησὶ Μωυσῆς „εἰς ἐκκλησίαν κυρίου, . . . παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ἡμῖν μετ’ ἄρτων καὶ ὕδατος“ (Deut. 23, 3. 4) ἐξιοῦσιν ἐκ τῶν παθῶν Αἰγύπτου.