Ancient Greek · ~3 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 86-3
Not analysed yet
τί οὖν ἐστι τὸ καὶ τοῦτον πρὸ τῆς γενέσεως ἐπαινεῖσθαι πεποιηκός; ἔνια τῶν ἀγαθῶν γενόμενα καὶ παρόντα ὠφελεῖ, οἷον ὑγίεια, εὐαισθησία, πλοῦτος εἰ τύχοι, δόξα —λεγέσθω γὰρ καὶ ταῦτα καταχρηστικώτερον ἀγαθά —,ἔνια δ’ οὐ γενόμενα μόνον ἀλλὰ καὶ θεσπισθέντα ὅτι γενήσεται, ὥσπερ ἡ χαρὰ —εὐπάθεια ψυχῆς ἐστιν ἥδε —[γὰρ] οὐχ ὅταν παροῦσα δραστηρίως ἐνεργῇ μόνον εὐφραίνει, ἀλλὰ καὶ ὅταν ἐλπίζηται προγανοῖ· ἐξαίρετον γὰρ καὶ τοῦτ’ ἔχει· τὰ μὲν ἄλλα ἀγαθὰ ἰδίᾳ ἐνεργεῖ, ἡ δὲ χαρὰ καὶ ἴδιον καὶ κοινὸν ἀγαθόν ἐστιν· ἐπιγίνεται γοῦν ἅπασι, χαίρομεν γὰρ καὶ ἐπὶ ὑγείᾳ καὶ ἐπ’ ἐλευθερίᾳ καὶ ἐπὶ τῇ τιμῇ καὶ ἐπὶ τοῖς ἄλλοις, ὥστε κυρίως εἰπεῖν μηδὲν εἶναι ἀγαθόν, ᾧ μὴ πρόσεστι χαρά.