Ancient Greek · ~3 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 88-2
Not analysed yet
οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ ὀφιώδης ἡδονή, λέγεται δὲ ὧδε· „ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου —ἐροῦσι γάρ, οὐκ ὦπταί σοι ὁ θεός —,τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπε κύριος Μωυσεῖ· τί τοῦτ’ ἐστὶ τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος. καὶ εἶπε· ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωυσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι“ (Exod. 4, 1 ss.) .