Ancient Greek · ~4 min
90 to 92
Philo Judaeus, Legum allegoriarum libri i‑iii 90-2-92
Not analysed yet
καλῶς οὖν καὶ ὁ θεοφιλὴς Μωυσῆς ἀποκρίνεται· ὄντως γὰρ αἱ πράξεις τοῦ σπουδαίου παιδείᾳ ὡς ἂν ῥάβδῳ ἐπερείδονται, τὸν κλόνον καὶ σάλον τῆς ψυχῆς ἱδρυόμεναι. αὕτη ἡ ῥάβδος ἀπορριφθεῖσα γίνεται ὄφις· εἰκότως· ἐὰν γὰρ ἡ ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀποδιδράσκει ὁ φιλάρετος. ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ πολέμῳ καὶ ἀντιστατεῖν αὐτοῖς καὶ διαμάχεσθαι· εἰ δὲ μή, ἀδείας καὶ ἐξουσίας λαβόμενα μέχρι τῆς ψυχικῆς ἀκροπόλεως ἀναβάντα πᾶσαν ἐκπολιορκήσει καὶ λεηλατήσει τυράννου τρόπον τὴν ψυχήν. διὸ καὶ προστάττει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου", τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέστιν ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία.