Ancient Greek · ~3 min
91 to 92
Philo Judaeus, Legum allegoriarum libri i‑iii 91-2-92
Not analysed yet
τί οὖν χρὴ λέγειν ἢ τοῦτο, ὅτι δύο φύσεις ἐδημιουργήθησαν ἐν ψυχῇ ὑπὸ θεοῦ σφόδρα ἀναγκαῖαι, μνήμη τε καὶ ἀνάμνησις; ἀμείνων μὲν ἡ μνήμη, χείρων δὲ ἡ ἀνάμνησις· ἡ μὲν γὰρ ἐναύλους ἔχει καὶ ἐναργεῖς τὰς καταλήψεις, ὡς μηδὲ ἀγνοίᾳ διαμαρτεῖν, ἀναμνήσεως δὲ λήθη πάντως προηγεῖται, πηρὸν καὶ τυφλὸν πρᾶγμα. πρεσβύτερον δὲ τὸ χεῖρον ἡ ἀνάμνησις εὑρίσκεται μνήμης τοῦ κρείττονος· ***συνεχὲς καὶ ἀδιάστατον· οἱ γὰρ πρῶτον εἰς τὰς τέχνας εἰσαγόμενοι περικρατῆσαι τῶν εἰς αὐτὰς θεωρημάτων ἀδυνατοῦμεν εὐθύς· λήθῃ οὖν κατ’ ἀρχὰς χρώμενοι πάλιν ἀναμιμνῃσκόμεθα, ἕως ἐκ τοῦ πολλάκις μὲν ἐκλαθέσθαι πολλάκις δὲ ἀναμνησθῆναι βέβαιος αὖθις μνήμη κρατήσει, παρὸ καὶ νεωτέρα— ὀψίγονος γάρ ἐστι —συνίσταται τῆς ἀναμνήσεως.