Ancient Greek · ~1 min
Section 107
Philo Judaeus, Quis rerum divinarum heres sit 107
Not analysed yet
τῶν μὲν οὖν νοσφιζομένων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν· τίς γὰρ ἡμῶν ψυχὴν καὶ αἴσθησιν καὶ λόγον, πάνθ’ ὁμοῦ ταῦτ’ οὔ φησιν ἑαυτοῦ κτήματ’ εἶναι, τὸ αἰσθάνεσθαι, τὸ λέγειν, τὸ καταλαμβάνειν οἰόμενος ἐφ’ ἑαυτῷ μόνῳ κεῖσθαι;