Ancient Greek · ~1 min
Section 11
Philo Judaeus, Quis rerum divinarum heres sit 11
Not analysed yet
μηδεὶς μέντοι νομισάτω τοῦτ’ αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ „σιώπα καὶ ἄκουε“, ἀλλὰ καὶ προτρέψασθαι δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώττῃ σιωπᾶν καὶ ὠσὶν ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότερα.