Ancient Greek · ~2 min
Section 110
Philo Judaeus, Quis rerum divinarum heres sit 110
Not analysed yet
οἱ δὲ λαβόντες μὴ ἑαυτοῖς, ἀλλὰ θεῷ τούτων ἕκαστον αὐτῷ ἀνέθεσαν, ἱεροπρεπὲς καὶ ἅγιον ὄντως φυλάξαντες τῷ κτησαμένῳ, τὴν μὲν διάνοιαν, ἵνα μηδὲν ἄλλο ἢ περὶ θεοῦ καὶ τῶν ἀρετῶν αὐτοῦ διανοῆται, τὸν δὲ λόγον, ἵν’ ἀχαλίνῳ στόματι ἐγκωμίοις καὶ ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρῃ τὸν τῶν ὅλων πατέρα, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἀρετὰς εἰς ἓν τοῦτο μόνον ἔργον συγκροτῶν καὶ ἐπιδεικνύμενος, τὴν δὲ αἴσθησιν, ἵνα φαντασιουμένη τὸν αἰσθητὸν ἅπαντα κόσμον οὐρανὸν καὶ γῆν καὶ τὰς μεταξὺ φύσεις, ζῷά τε καὶ φυτά, ἐνεργείας τε καὶ δυνάμεις αὐτῶν καὶ ὅσαι κινήσεις καὶ σχέσεις, ἀδόλως καὶ καθαρῶς ψυχῇ διαγγέλλῃ.