Ancient Greek · ~2 min
Section 121
Philo Judaeus, Quis rerum divinarum heres sit 121
Not analysed yet
πῶς; φυτοῦ μὲν ἀρχὴ σπέρμα, τέλος δ’ ὁ καρπός, ἑκάτερον οὐ γεωργίας, ἀλλὰ φύσεως ἔργον. πάλιν ἐπιστήμης ἀρχὴ μὲν ἡ φύσις, ὡς ἐδείχθη, πέρας δ’ οὐδ’ ἦλθεν εἰς ἀνθρώπους. τέλειος γὰρ οὐδεὶς ἐν οὐδενὶ τῶν ἐπιτηδευμάτων, ἀλλ’ ἀψευδῶς αἱ τελειότητες καὶ ἀκρότητες ἑνός εἰσι μόνου. φορούμεθ’ οὖν λοιπὸν ἡμεῖς ἐν τῷ τέλους καὶ ἀρχῆς μεθορίῳ, μανθάνοντες, διδάσκοντες, γεωπονοῦντες, ἐργαζόμενοι τῶν ἄλλων ἕκαστον ὡς ἂν ἱδρῶντες, ἵνα τι καὶ γένεσις πράττειν δοκῇ.