Ancient Greek · ~2 min
Section 123
Philo Judaeus, Quis rerum divinarum heres sit 123
Not analysed yet
νυνὶ μὲν οὖν „λάβετέ μοι“ (Exod. 25, 2) φησὶ διδοὺς τὰ πρέπονθ’ ἑαυτῷ καὶ προτρέπων τὰ δοθέντα μὴ κιβδηλεύειν, ἀλλ’ ἀξίως τοῦ δόντος φυλάττειν, αὖθις δ’ ἐν ἑτέροις ὁ μηδενὸς χρεῖος ὢν καὶ διὰ τοῦτο λαμβάνων μηδὲν ὁμολογήσει λαμβάνειν, ἕνεκα τοῦ πρὸς εὐσέβειαν ἀλεῖψαι καὶ προθυμίαν ὁσιότητος ἐμποιῆσαι καὶ πρὸς θεραπείαν ἀκονῆσαι τὴν ἑαυτοῦ, ὡς ἀποδεχομένου καὶ δεχομένου τὰς ψυχῆς ἑκουσίους ἀρεσκείας καὶ γνησίους θεραπείας.