Ancient Greek · ~1 min
Section 133
Philo Judaeus, Quis rerum divinarum heres sit 133
Not analysed yet
Πολὺν δὲ καὶ ἀναγκαῖον ὄντα λόγον τὸν περὶ τῆς εἰς ἴσα τομῆς καὶ περὶ ἐναντιοτήτων οὔτε παρήσομεν οὔτε μηκυνοῦμεν, ἀλλ’ ὡς ἔστιν ἐπιτέμνοντες ἀρκεσθησόμεθα μόνοις τοῖς καιρίοις. καθάπερ γὰρ ἡμῶν τὴν ψυχὴν καὶ τὰ μέλη μέσα διεῖλεν ὁ τεχνίτης, οὕτως καὶ τὴν τοῦ παντὸς οὐσίαν, ἡνίκα τὸν κόσμον ἐδημιούργει.