Ancient Greek · ~1 min
Section 136
Philo Judaeus, Quis rerum divinarum heres sit 136
Not analysed yet
ἕκαστον δὲ τούτων ἄλλας τομὰς ἐδέχετο· γῆ μὲν γὰρ εἰς ἠπείρους καὶ νήσους διῃρεῖτο, ὕδωρ δὲ εἰς θάλασσαν καὶ ποταμοὺς καὶ ὅσον πότιμον, ἀὴρ δὲ εἰς τὰς θέρους καὶ χειμῶνος τροπάς, πῦρ δὲ εἰς τὸ χρειῶδες —ἄπληστον δ’ ἐστὶ καὶ φθαρτικὸν τοῦτο —καὶ κατὰ τοὐναντίον εἰς τὸ σωτήριον, ὅπερ εἰς τὴν οὐρανοῦ σύστασιν ἀπεκληροῦτο.