Ancient Greek · ~2 min
Section 144
Philo Judaeus, Quis rerum divinarum heres sit 144
Not analysed yet
εἰ μὲν οὖν τὸ ἴσον μίαν εἶχεν ἰδέαν, ἱκανῶς ἂν τὰ λεχθέντα εἴρητο, πλειόνων δ’ οὐσῶν οὐκ ἀποκνητέον τὰ ἁρμόττοντα προσθεῖναι. λέγεται γὰρ ἴσον καθ’ ἕνα μὲν τρόπον ἐν ἀριθμοῖς, ὡς δύο δυσὶ καὶ τρία τρισὶ καὶ τὰ ἄλλα ταύτῃ, καθ’ ἕτερον δὲ ἐν μεγέθεσιν, ὧν μήκη, πλάτη, βάθη, διαστάσεις εἰσίν· παλαιστὴς γὰρ παλαιστῇ καὶ πήχει πῆχυς ἴσα μεγέθει, δυνάμει δέ ἐστιν ἄλλα, ὡς τὰ ἐν σταθμοῖς καὶ μέτροις.