Ancient Greek · ~2 min
Section 146
Philo Judaeus, Quis rerum divinarum heres sit 146
Not analysed yet
τάλαντον εἰσενεγκόντι δόξαι ἂν ἐπιδεδωκέναι τὸ ἴσον. τούτων προϋποτυπωθέντων ἴδε πῶς μέσα διελὼν ἴσα διεῖλε κατὰ πάσας τὰς ἰσότητος ἰδέας ἐν τῇ τοῦ παντὸς οὐρανοῦ γενέσει. ἀριθμῷ μὲν οὖν ἴσα τὰ βαρέα τοῖς κούφοις ἔτεμνε, δύο δυσί, γῆν καὶ ὕδωρ, τὰ βάρος ἔχοντα, τοῖς φύσει κούφοις, ἀέρι καὶ πυρί, καὶ πάλιν ἓν ἑνί, τὸ μὲν ξηρότατον τῷ ὑγροτάτῳ, γῆν ὕδατι, τὸ δὲ ψυχρότατον τῷ θερμοτάτῳ, πυρὶ ἀέρα, τὸν αὐτὸν δὲ τρόπον καὶ σκότος φωτὶ καὶ ἡμέραν νυκτὶ καὶ χειμῶνι θέρος καὶ ἔαρι μετόπωρον καὶ ὅσα τούτων συγγενῆ·