Ancient Greek · ~2 min
Section 163
Philo Judaeus, Quis rerum divinarum heres sit 163
Not analysed yet
οὐκοῦν ὁ φιλοδίκαιος θεὸς ἀδικίαν βδελύττεται καὶ μεμίσηκε, στάσεως καὶ κακῶν ἀρχήν. ποῦ δ’ ἰσότητα τὴν δικαιοσύνης τροφὸν ὁ νομοθέτης οὐκ ἀποδέχεται ἀρξάμενος ἀπὸ τῆς τοῦ παντὸς οὐρανοῦ γενέσεως; „διεχώρισε“ γάρ φησιν „ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα“ (Gen. 1, 4. 5)· ἡμέραν γὰρ καὶ νύκτα καὶ φῶς καὶ σκότος ἰσότης ἔταξε τοῖς οὖσι.