Ancient Greek · ~1 min
Section 167
Philo Judaeus, Quis rerum divinarum heres sit 167
Not analysed yet
τί δ’; αἱ στῆλαι τῶν γενικῶν δέκα νόμων, ἃς ὀνομάζει πλάκας, οὐ δύο εἰσὶν ἰσάριθμοι τοῖς τῆς ψυχῆς μέρεσι, λογικῷ καὶ ἀλόγῳ, ἃ παιδευθῆναί τε καὶ σωφρονισθῆναι χρή, τεμνόμεναι πάλιν ὑπὸ τοῦ θεσμοθέτου μόνου; „αἱ γὰρ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί„ (Exod. 32, 16).