Ancient Greek · ~1 min
Section 17
Philo Judaeus, Quis rerum divinarum heres sit 17
Not analysed yet
„Μωυσῆς“ γάρ φησιν „ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ“ (Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ καὶ συνεχῶς ἀπεκρίνετο. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις.