Ancient Greek · ~1 min
Section 170
Philo Judaeus, Quis rerum divinarum heres sit 170
Not analysed yet
τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, οὐ τοῦ ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν —ἄρρητον γὰρ τὸ ὄν —,ἀλλὰ τοῦ ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος, ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως πάντα δρῶντος ἔρχηται· πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς·