Ancient Greek · ~1 min
Section 177
Philo Judaeus, Quis rerum divinarum heres sit 177
Not analysed yet
οὐχὶ δύο ὄρη συμβολικῶς δύο γένη λαβὼν καὶ πάλιν ἰσότητι διακρίνας ἀναλογούσῃ τὸ μὲν ἀπένειμε τοῖς εὐλογοῦσι, τὸ δ’ αὖ τοῖς καταρωμένοις ἓξ ἐφ’ ἑκατέρου στήσας φυλάρχας (Deut. 27, 11 —13), ἵνα τοῖς χρείοις νουθεσίας οὖσιν ἐπιδείξῃ, ὅτι καὶ ἰσάριθμοι ταῖς εὐλογίαις αἱ ἀραὶ καὶ σχεδόν, εἰ θέμις εἰπεῖν, ἰσότιμοι;