Ancient Greek · ~1 min
Section 189
Philo Judaeus, Quis rerum divinarum heres sit 189
Not analysed yet
εἰκότως οὖν ἐρεῖ Μωυσῆς· „ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττώσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου“ (Exod. 30, 15), ὅπερ ἐστίν, ὡς ἔφην, δραχμή τε καὶ μονάς· ᾗ πᾶς ἂν ἀριθμὸς εἴποι τὸ ποιητικὸν ἐκεῖνο ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι.