Ancient Greek · ~1 min
Section 194
Philo Judaeus, Quis rerum divinarum heres sit 194
Not analysed yet
ἐπειδὰν δὲ καὶ τρόπον χώρας τὴν ἀρετὴν εἰς τοὺς οἰκήτορας αὐτῆς ἐθελήσῃ διανέμειν, τοῖς πλείοσι πλεονάζειν καὶ τοῖς ἐλάττοσιν ἐλαττοῦν τὴν κατάσχεσιν προστάττει (Num. 35, 8), δικαιῶν μήτε τοὺς μείζους ἐλαττόνων ἀξιοῦν—κενοὶ γὰρ ἐπιστήμης ἔσονται—μήτε τοὺς ἐλάττους μειζόνων· χωρῆσαι γὰρ τὸ μέγεθος αὐτῶν οὐ δυνήσονται.