Ancient Greek · ~4 min
Section 20
Philo Judaeus, Quis rerum divinarum heres sit 20
Not analysed yet
τὸ γὰρ „εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας“ (Exod. 32, 32) καὶ τὸ „μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι· λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα;” (Num. 11, 12) καὶ τὸ „πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοί; μὴ πρόβατα καὶ βόες σφαγήσονται ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει;” (Num. 11, 13. 22) καὶ τὸ „κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με; καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαόν, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου” (Exod. 5, 22. 23), ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἔδεισεν ἄν τις καὶ πρὸς ἕνα τῶν ἐν μέρει βασιλέων εἰπεῖν· ὁ δ’ ἀποφαίνεσθαι καὶ πρὸς θεὸν ἐθάρρησεν.