Ancient Greek · ~2 min
Section 201
Philo Judaeus, Quis rerum divinarum heres sit 201
Not analysed yet
ὅλον ἑαυτὸν ἀνάθημα ἀνατιθέναι τῷ γεγεννηκότι θεῷ. θαυμάζω καὶ τὸν μετὰ σπουδῆς ἀπνευστὶ δραμόντα συντόνως ἱερὸν λόγον, „ἵνα στῇ μέσος τῶν τεθνηκότων καὶ τῶν ζώντων· εὐθὺς“ γάρ φησι Μωυσῆς „ἐκόπασεν ἡ θραῦσις“ (Num. 16, 47. 48). ἀλλ’ οὐκ ἔμελλε κοπάσαι καὶ ἐπικουφίσαι τὰ περιθρύπτοντα καὶ καταγνύντα καὶ συντρίβοντα τὴν ἡμετέραν ψυχήν, διακρίναντος καὶ διατειχίσαντος τοῦ θεοφιλοῦς τοὺς ὁσίους, οἳ ζῶσιν ἀψευδῶς, ἀπὸ τῶν ἀνοσίων, οἳ τεθνήκασι πρὸς ἀλήθειαν, λογισμῶν;