Ancient Greek · ~1 min
Section 213
Philo Judaeus, Quis rerum divinarum heres sit 213
Not analysed yet
παγκάλως οὖν ὁ τῶν τῆς φύσεως ἑρμηνεὺς πραγμάτων, τῆς ἀργίας καὶ ἀμελετησίας ἡμῶν λαμβάνων οἶκτον ἑκάστοτ’ ἀφθόνως ἀναδιδάσκει, καθὰ καὶ |νῦν, τὴν ἀντιπρόσωπον ἑκάστων θέσιν οὐχ ὁλοκλήρων, ἀλλὰ τμημάτων ὑπαρχόντων· ἓν γὰρ τὸ ἐξ ἀμφοῖν τῶν ἐναντίων, οὗ τμηθέντος γνώριμα τὰ ἐναντία.