Ancient Greek · ~1 min
Section 22
Philo Judaeus, Quis rerum divinarum heres sit 22
Not analysed yet
Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται. τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ „δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν, ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης.