Ancient Greek · ~1 min
Section 230
Philo Judaeus, Quis rerum divinarum heres sit 230
Not analysed yet
Εἰπὼν οὖν τὰ πρέποντα περὶ τούτων ἐπιλέγει· „τὰ δὲ ὄρνεα οὐ διεῖλεν“ (Gen. 15, 10), ὄρνεα καλῶν τοὺς πτηνοὺς καὶ πεφυκότας μετεωροπολεῖν δύο λόγους, ἕνα μὲν ἀρχέτυπον τὸν ὑπὲρ ἡμᾶς, ἕτερον δὲ μίμημα τὸν καθ’ ἡμᾶς ὑπάρχοντα.