Ancient Greek · ~1 min
Section 236
Philo Judaeus, Quis rerum divinarum heres sit 236
Not analysed yet
τοῦτο δὲ συμβαίνει διὰ τὴν πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφέρειαν. τὸ γὰρ θεῖον ἀμιγές, ἄκρατον, ἀμερέστατον ὑπάρχον ἅπαντι τῷ κόσμῳ γέγονεν αἴτιον μίξεως, κράσεως, διαιρέσεως, πολυμερείας· ὥστε εἰκότως καὶ τὰ ὁμοιωθέντα, νοῦς τε ὁ ἐν ἡμῖν καὶ ὁ ὑπὲρ ἡμᾶς, ἀμερεῖς καὶ ἄτμητοι ὑπάρχοντες διαιρεῖν καὶ διακρίνειν ἕκαστα τῶν ὄντων ἐρρωμένως δυνήσονται.