Ancient Greek · ~2 min
Section 241
Philo Judaeus, Quis rerum divinarum heres sit 241
Not analysed yet
τῶν δὲ ἐννοιῶν ἡ μὲν ἄνω φορὰ τὴν ἀμείνω τάξιν ἔλαχε συνοδοιπορούσης ἀρετῆς τῆς πρὸς τὸν θεῖον καὶ οὐράνιον χορὸν ἀγούσης, τὴν χείρω δὲ ἡ κάτω κακίας ἀφηγουμένης καὶ ἀντισπώσης βίᾳ. δηλοῖ δὲ καὶ τὰ ὀνόματα οὐχ ἥκιστα τὴν τῶν τόπων ἐναντιότητα· ἀρετὴ μὲν γὰρ οὐ μόνον παρὰ τὴν αἵρεσιν ὠνομάσθη, ἀλλὰ καὶ παρὰ τὴν ἄρσιν —αἴρεται γὰρ καὶ μετεωρίζεται διὰ τὸ αἰεὶ τῶν ὀλυμπίων ἐρᾶν —,κακία δὲ ἀπὸ τοῦ κάτω κεχωρηκέναι καὶ καταπίπτειν τοὺς χρωμένους αὐτῇ βιάζεσθαι.