Ancient Greek · ~2 min
Section 243
Philo Judaeus, Quis rerum divinarum heres sit 243
Not analysed yet
τόνων, οἳ συμφυέστατος δεσμὸς ἦσαν, διακοπέντων. εἰσηγεῖται δὲ γνώμην ἀληθεστάτην διδάσκων, ὅτι δικαιοσύνη μὲν καὶ πᾶσα ἀρετὴ ψυχῆς, ἀδικία δὲ καὶ πᾶσα κακία σώματος ἐρῶσι, καὶ ὅτι τὰ τῷ ἑτέρῳ φίλα τῷ ἑτέρῳ πάντως ἐχθρά ἐστι, καθὰ καὶ νῦν· αἰνιττόμενος γὰρ τοὺς ψυχῆς πολεμίους ὄρνεα εἰσήγαγε γλιχόμενα ἐμπλέκεσθαι καὶ ἐμφύεσθαι σώμασι καὶ σαρκῶν ἐμφορεῖσθαι, ὧν τὰς ἐφόδους καὶ ἐπιδρομὰς ἐπισχεῖν βουληθεὶς ὁ ἀστεῖος λέγεται αὐτοῖς συγκαθίσαι (Gen. 15,11), οἷα πρόεδρός τις ἢ πρόβουλος ὤν.