Ancient Greek · ~1 min
Section 245
Philo Judaeus, Quis rerum divinarum heres sit 245
Not analysed yet
δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις δὲ καὶ τὸ σύμπαν αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι.