Ancient Greek · ~2 min
Section 247
Philo Judaeus, Quis rerum divinarum heres sit 247
Not analysed yet
καὶ ἥλιος μέντοι καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός, γῆ τε καὶ ἀὴρ καὶ ὕδωρ, τά τε ἐξ αὐτῶν σχεδὸν πάντα τοῖς σκεπτικοῖς ἔριδας καὶ φιλονεικίας παρεσχήκασιν, οὐσίας καὶ ποιότητας, μεταβολάς τε αὖ καὶ τροπὰς καὶ γενέσεις, ἔτι δὲ φθορὰς αὐτῶν ἀναζητοῦσιν· μεγέθους τε πέρι καὶ κινήσεως τῶν κατ’ οὐρανὸν οὐ πάρεργον ποιούμενοι τὴν ἔρευναν ἑτεροδοξοῦσιν οὐ συμφερόμενοι, μέχρις ἂν ὁ μαιευτικὸς ὁμοῦ καὶ δικαστικὸς ἀνὴρ συγκαθίσας θεάσηται τὰ τῆς ἑκάστου γεννήματα ψυχῆς καὶ τὰ μὲν οὐκ ἄξια τροφῆς ἀπορρίψῃ, τὰ δ’ ἐπιτήδεια διασώσῃ καὶ προνοίας τῆς ἁρμοττούσης ἀξιώσῃ.