Ancient Greek · ~1 min
Section 266
Philo Judaeus, Quis rerum divinarum heres sit 266
Not analysed yet
τὸ δὲ ἀκόλουθον προσυφαίνει τῇ γραφῇ φάσκων „ἐρρέθη πρὸς Ἀβραάμ“ (Gen. 15, 13)· ὄντως γὰρ ὁ προφήτης, καὶ ὁπότε λέγειν δοκεῖ, πρὸς ἀλήθειαν ἡσυχάζει, καταχρῆται δὲ ἕτερος αὐτοῦ τοῖς φωνητηρίοις ὀργάνοις, στόματι καὶ γλώττῃ, πρὸς μήνυσιν ὧν ἂν θέλῃ· τέχνῃ δὲ ἀοράτῳ καὶ παμμούσῳ ταῦτα κρούων εὔηχα καὶ παναρμόνια καὶ γέμοντα συμφωνίας τῆς πάσης ἀποτελεῖ.