Ancient Greek · ~1 min
Section 275
Philo Judaeus, Quis rerum divinarum heres sit 275
Not analysed yet
Τοσαῦτα καὶ περὶ τούτων εἰπὼν ἐπιλέγει· „σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ“ (Gen. 15,15). οὐκοῦν οἱ μὲν ἀτελεῖς καὶ πολεμούμεθα καὶ δουλεύομεν καὶ μόλις ἀπαλλαγὴν τῶν ἐπικρεμασθέντων φοβερῶν εὑρισκόμεθα, τὸ δὲ τέλειον γένος ἀδούλωτον, ἀπολέμητον, εἰρήνῃ καὶ ἐλευθερίᾳ βεβαιοτάτῃ ἐντρεφόμενον.