Ancient Greek · ~2 min
Section 282
Philo Judaeus, Quis rerum divinarum heres sit 282
Not analysed yet
καθάπερ γὰρ ὀνόματα καὶ ῥήματα καὶ τὰ λόγου μέρη πάντα συνέστηκε μὲν ἐκ τῶν τῆς γραμματικῆς στοιχείων, ἀναλύεται δὲ πάλιν εἰς ἔσχατα ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἕκαστος ἡμῶν συγκριθεὶς ἐκ τῶν τεττάρων καὶ δανεισάμενος ἀφ’ ἑκάστης οὐσίας μικρὰ μόρια, καθ’ ὡρισμένας περιόδους καιρῶν ἐκτίνει τὸ δάνειον, εἰ μέν τι ξηρὸν εἴη, ἀποδιδοὺς γῇ, εἰ δέ τι ὑγρόν, ὕδατι, εἰ δὲ ψυχρόν, ἀέρι, εἰ δ’ ἔνθερμον, πυρί.