Ancient Greek · ~1 min
Section 290
Philo Judaeus, Quis rerum divinarum heres sit 290
Not analysed yet
ὑπισχνεῖται δὲ τῷ τοιαύτην ἄγοντι εἰρήνην καλὸν γῆρας, οὐ δήπου τὴν πολυχρόνιον ἀλλὰ τὴν μετὰ φρονήσεως ζωήν· τὸ γὰρ εὐήμερον πολυετίας κρεῖττον, ὅσῳ καὶ βραχύτερον φῶς σκότους αἰωνίου. μίαν γὰρ ἡμέραν ὑγιῶς εἶπέ τις προφητικὸς ἀνὴρ βούλεσθαι βιῶναι μετ’ ἀρετῆς ἢ μυρία ἔτη ἐν σκιᾷ θανάτου (Psalm. 83, 11), θάνατον μέντοι τῶν φαύλων αἰνιττόμενος βίον.