Ancient Greek · ~1 min
Section 31
Philo Judaeus, Quis rerum divinarum heres sit 31
Not analysed yet
"τί μοι δώσεις;" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν ἀπαντλουμένων ἀνομβροῦσαι.