Ancient Greek · ~2 min
Section 315
Philo Judaeus, Quis rerum divinarum heres sit 315
Not analysed yet
εἶτ’ ἐπιλέγει· „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου [ποταμοῦ] Εὐφράτου“ (Gen. 15,18), δηλῶν ὅτι οἱ τέλειοι τὰς μὲν ἀρχὰς ἔχουσιν ἀπὸ σώματος καὶ αἰσθήσεως καὶ τῶν ὀργανικῶν μερῶν, ὧν ἄνευ ζῆν οὐκ ἔνεστι —χρήσιμα γὰρ πρὸς τὴν ἐν τῷ μετὰ σώματος βίῳ παιδείαν —,τὰ δὲ τέλη ἐπὶ τὴν τοῦ θεοῦ σοφίαν, τὸν μέγαν ὡς ἀληθῶς ποταμόν, χαρᾶς καὶ εὐφροσύνης καὶ τῶν ἄλλων πλημμυροῦντα ἀγαθῶν.