Ancient Greek · ~1 min
Section 40
Philo Judaeus, Quis rerum divinarum heres sit 40
Not analysed yet
Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν ἐμφαίνειν.