Ancient Greek · ~2 min
Section 44
Philo Judaeus, Quis rerum divinarum heres sit 44
Not analysed yet
ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν, καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς, καὶ κατέφαγες τὸ ἀργύριον“ (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους φιλήσει· „ἐφίλησε“ γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους“ (Exod. 18, 7).