Ancient Greek · ~1 min
Section 46
Philo Judaeus, Quis rerum divinarum heres sit 46
Not analysed yet
τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.