Ancient Greek · ~2 min
Section 49
Philo Judaeus, Quis rerum divinarum heres sit 49
Not analysed yet
πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. ὁ δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται, φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, —νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ πολιὸς γένοιτο —,ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15—17).