Ancient Greek · ~1 min
Section 77
Philo Judaeus, Quis rerum divinarum heres sit 77
Not analysed yet
πῶς γὰρ οὐ πεπήρωται, ὅτε κακὰ μὲν ἀντ’ ἀγαθῶν, αἰσχρὰ ἀντὶ καλῶν, ἄδικα ἀντὶ δικαίων καὶ πάθη μὲν ἀντ’ εὐπαθειῶν, θνητὰ δὲ ἀντ’ ἀθανάτων ᾕρηται καὶ νουθετητὰς μὲν καὶ σωφρονιστάς, ἔτι δὲ ἔλεγχον καὶ παιδείαν ἀποδιδράσκει, κόλακας δὲ καὶ τοὺς πρὸς ἡδονὴν λόγους ἀργίας καὶ ἀμαθίας καὶ θρύψεως δημιουργοὺς ἀποδέχεται;