Ancient Greek · ~2 min
Section 8
Philo Judaeus, Quis rerum divinarum heres sit 8
Not analysed yet
τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου“ (Gen. 26, 3—5).