Ancient Greek · ~2 min
Section 1
Philo Judaeus, Quod deterius potiori insidiari soleat 1
Not analysed yet
„Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν ἐπὶ τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν“ (Gen. 4, 8). ὃ βούλεται ὁ Κάιν τοιοῦτόν ἐστιν, ἐκ προκλήσεως τὸν Ἄβελ εἰς συζήτησιν ἀγαγὼν εἰκόσι καὶ πιθανοῖς σοφίσμασιν ἑλεῖν ἀνὰ κράτος· τὸ γὰρ πεδίον, εἰς ὃ προτρέπεται παραγενέσθαι, σημεῖον ἁμίλλης καὶ διαμάχης εἶναί φαμεν ἀπὸ τῶν προφανῶν τεκμαιρόμενοι περὶ τῶν ἀδήλων.