Ancient Greek · ~2 min
Section 100
Philo Judaeus, Quod deterius potiori insidiari soleat 100
Not analysed yet
πληθὺς σχεδὸν ἅπασα. τὸν δὲ τρόπον, καθ’ ὃν ἀπὸ τῆς γῆς κατάρατος ὁ νοῦς γίνεται, προσυπογράφει λέγων· „ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου“ (Gen. 4, 11). χαλεπὸν γὰρ διοιχθῆναί τε καὶ ἀνευρυνθῆναι τὰ τῶν αἰσθήσεων στόμια, ὡς ἀχανέσιν αὐτοῖς τὴν τῶν αἰσθητῶν φορὰν ποταμοῦ πλημμυροῦντος δίκην ἐπιχεῖσθαι, μηδενὸς τὴν βίαιον ὁρμὴν ἀνωθοῦντος· τότε γὰρ ἐγκαταποθεὶς ὁ νοῦς τοσούτῳ κλύδωνι βύθιος εὑρίσκεται, μηδ’ ὅσον ἀνανήξασθαι καὶ ὑπερκῦψαι δυνάμενος.