Ancient Greek · ~1 min
Section 109
Philo Judaeus, Quod deterius potiori insidiari soleat 109
Not analysed yet
ὁ μὲν δὴ φαῦλος τὸ γεῶδες σῶμα καὶ τὰς συγγενεῖς αἰσθήσεις αὐτῷ καὶ ὅσα ἐκτὸς αἰσθητὰ ἐργαζόμενος ἀτέχνως οὐ παύεται, καὶ βλάπτει μὲν τὴν παναθλίαν ψυχὴν ἑαυτοῦ, βλάπτει δὲ καὶ ὃ δοκεῖ μάλιστα ὠφελεῖν τὸ ἴδιον σῶμα· τῷ δὲ σπουδαίῳ —τέχνης γὰρ ἔμπειρος γεωργικῆς ἐστιν —ἡ ὕλη πᾶσα τεχνικῶς καὶ σὺν λόγῳ μεθοδεύεται.