Ancient Greek · ~1 min
Section 11
Philo Judaeus, Quod deterius potiori insidiari soleat 11
Not analysed yet
καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· „πορευθεὶς ἴδε,“ θέασαι καὶ κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν.