Ancient Greek · ~1 min
Section 112
Philo Judaeus, Quod deterius potiori insidiari soleat 112
Not analysed yet
Ἐναργῶς οὖν ἐπιδέδεικται γεωργὸς μὲν ὁ ἀστεῖος, γεωπόνος δὲ ὁ φαῦλος. καὶ εἴθε μέντοι γεωπονοῦντι αὐτῷ προσετίθει τὴν ἰσχὺν τὸ περὶ αὐτὸν γεῶδες, ἀλλὰ μὴ καὶ τῆς οὔσης ὑφῄρει δυνάμεως· λέγεται γὰρ ὅτι „οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4, 12)· ὁποῖός τις ἂν γένοιτο ἄνθρωπος ἐσθίων μὲν ἢ πίνων ἀεί,